ΣΤΑΣΙΔΙ

Εικονίδιο

Πρακτορείο Θρησκευτικών Ειδήσεων

ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

ΕΛΛΗΝΙΚΑ ΟΡΘΟΔΟΞΑ ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ

Το Ροδάριο: Μια προσευχή

για το άγχος της εποχής μας

Όπως σημειώνει και ο Αρχιεπίσκοπός Τήνου π. Νικόλαος, ο πάπας Ιωάννης-Παύλος Β’, με νέα του «Αποστολική Επιστολή» ανακήρυξε το ποιμαντικό έτος 2002-2003 ως Έτος αφιερωμένο στο Άγιο Ροδάριο. Κλασική προσευχή προς την Παναγία το Ροδάριο, που ανέθρεψε την πίστη εκατοντάδων γενεών και πυροδότησε και διατήρησε την αγάπη εκατοντάδων εκατομμυρίων πιστών σε όλο τον κόσμο, για την Παναγία. Σε όλες τις θρησκείες υπάρχουν προσευχές που ολοκληρώνεται με την συνεχή επανάληψη, η οποία μπορεί να φαίνεται πως κουράζει με τη «μονοτονία». Όντως, η εποχή μας χαρακτηρίζεται από τις γρήγορες και συνεχείς αλλαγές και οι επαναλήψεις θεωρούνται ως άχρηστες και ασυμβίβαστες με τον μοντέρνο τρόπο ζωής.

Όμως, για τον λόγο αυτό βρισκόμαστε μέσα στη δίνη της αγωνίας και του συνεχώς αυξανόμενου άγχους, που γενούν τις περίφημες και τραγικές αρρώστιες της μοντέρνας εποχής: καρδιακά και εγκεφαλικά επεισόδια, ο καρκίνος και άλλα συναφή. Η «κοινωνία» μας ζει μέσα σ’ αυτόν τον φαύλο κύκλο της ταχύτητας των εναλλασσόμενων εικόνων και καταστάσεων και συνεπαίρνει τον καθένα. Και τόσο πληθαίνουν οι επισκέψεις σε ψυχίατρους, νευρολόγους και καρδιολόγους. Ζούμε μέσα σε εξοντωτικούς ρυθμούς, που δεν είναι εύκολο να ξεφύγουμε, αν από μόνοι μας δε λάβουμε τα μέτρα μας. Και το Ροδάριο είναι μια καλή προς τούτο θεραπεία…

Η προσευχή του Ροδαρίου μας συγκεντρώνει σε ένα μέρος, χωρίς περισπασμούς από το περιβάλλον, η ρυθμική απαγγελία του «Χαίρε Μαρία» δίνει νέους και ήρεμους ρυθμούς στο σώμα μας, ενώ στρέφει το πνεύμα μας προς την πραγματικότητα προς την οποία πορευόμαστε, βγάζοντάς μας από την τρέλα των συνεχώς ανανεωμένων απασχολήσεων. Το Ροδάριο προς τιμήν της Παναγίας ενεργεί όπως και όλες οι προσευχές: ενώ απευθύνονται προς τον ουρανό, έχουν τη θετική επίδρασή τους στους ανθρώπους στη γη.

Ο Κύριος μας, μέσω της Εκκλησίας του, μας προσφέρει ένα τρόπο διαφυγής από τη ζούγκλα. Με εμπιστοσύνη ας τον αγκαλιάσουμε.

————————————————————————————

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ
Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοὶ ὁ Θεὸς ἡμῶν, δόξα σοί.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός των ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν του ὀνόματός σου.
Κύριε ἐλέησον (ἐκ τρίτου)
Δόξα… Καὶ νῦν…
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί της γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ του πονηροῦ.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Ἀμήν.
Κύριε ἐλέησον ιβ”
Δόξα… Καὶ νῦν…
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς 50
•    •       Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
•    •       ἐπὶ πλεῖον πλύνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
•    •       ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μοῦ ἐστιν διὰ παντὸς
•    •       σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσης ἐν τῷ κρίνεσθαί σε
•    •       ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου
•    •       ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοὶ
•    •       ῥαντιεὶς με ὑσσώπω καὶ καθαρισθήσομαι πλυνεὶς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
•    •       ἀκουτιεὶς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστὰ τεταπεινωμένα
•    •       ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
•    •       καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
•    •       μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλης ἀπ” ἐμοῦ
•    •       ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῶ στήρισόν με
•    •       διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν
•    •       ῥύσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλώσσά μου τὴν δικαιοσύνην σου
•    •       κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
•    •       ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
•    •       θυσία τῶ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει
•    •       ἀγάθυνον κύριε ἐν τῇ εὐδοκία σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ
•    •       τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Ψαλμὸς 69
•    •       Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαι μοὶ σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
•    •       Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοὶ κακά.
•    •       Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοί, εὖγε, εὖγε.
•    •       Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὸ πάντες οἱ ζητούντές σε, ὁ Θεός.
•    •       Καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὃ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
•    •       Ἐγὼ δὲ πτωχὸς εἰμὶ καὶ πένης, ὁ Θεός, βοήθησόν μοί.
•    •       Βοηθός μου καὶ ῥύστης μου εἰ σύ, Κύριε, μὴ χρονίσης.
Ψαλμὸς 142
•    •       Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθεία σου ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνη σου
•    •       καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾷς ζῶν
•    •       ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γὴν τὴν ζωήν μου ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
•    •       καὶ ἠκηδίασεν ἐπ” ἐμὲ τὸ πνεύμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
•    •       ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων
•    •       διεπέτασα τὰς χείράς μου πρὸς σὲ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοὶ διάψαλμα
•    •       ταχὺ εἰσάκουσόν μου κύριε ἐξέλιπεν τὸ πνεύμά μου μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ” ἐμοῦ καὶ ὁμοιωθήσομαι τοὶς καταβαίνουσιν εἰς λάκκον
•    •       ἀκουστὸν ποίησόν μοὶ τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοὶ κύριε ὁδὸν ἐν ἡ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
•    •       ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου κύριε ὅτι πρὸς σὲ κατέφυγον
•    •       δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεύμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖᾳ
•    •       ἕνεκα τοῦ ὀνόματός σου κύριε ζήσεις μὲ ἐν τῇ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
•    •       καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεὶς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δούλός σοῦ εἰμι ἐγὼ

Δοξολογία μικρὰ
•    •       Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκια.
•    •       Ὑμνοῦμεν σε, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε, δοξολογοῦμεν σε, εὐχαριστοῦμεν σοὶ διὰ τὴν μεγάλην σου δόξαν.
•    •       Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα.
•    •       Κύριε ὁ Θεός, ὁ ἀμνός του Θεοῦ, ὁ Υἱός του Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν του κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας του κόσμου.
•    •       Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιά του Πατρός, καὶ ἐλέησον ἡμᾶς.
•    •       Ὅτι σὺ εἰ μόνος ἅγιος, σὺ εἰ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
•    •       Καθ” ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα του αἰῶνος.
•    •       Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοί.Κύριε, πρὸς σε κατέφυγον, δίδαξον μέ του ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεός μου.
•    •       Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
•    •       Παράτεινον τὸ ἔλεος σου τοῖς γινώσκουσί σε.
•    •       Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
•    •       Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεός των πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τους αἰῶνας. Ἀμήν.
•    •       Γένοιτο, Κύριε, τὸ ἔλεος σου ἐφ” ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σε.
•    •       Εὐλογητὸς εἰ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
•    •       Εὐλογητὸς εἰ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου.
•    •       Εὐλογητὸς εἰ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
•    •       Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα των χειρῶν σου μὴ παρίδης.
•    •       Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

•    •       Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
•    •       Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενή, τον ἐκ του Πατρὸς γεννηθέντα πρὸ πάντων των αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι” οὐ τὰ πάντα ἐγένετο. Τον δι” ἡμᾶς τους ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ των οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας της Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τους Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν του Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρίναι ζῶντας καὶ νεκρούς, Οὐ της βασιλείας οὐκ ἔσται τέλος.
•    •       Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , το ἐκ του Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά των Προφητῶν.
•    •       Εἰς Μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἐν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν του μέλλοντος αἰῶνος. Ἀμήν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα του Θεοῦ ἡμῶν. Τὴν τιμιοτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τροπάριον
Ὁ Θεός των πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ” ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσης τὸ ἔλεός σου ἀφ” ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησαν τὴν ζωὴν ἡμῶν.Των ἐν ὅλω τῷ κοσμῷ μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι” αὐτῶν βοᾷ σοί, Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τους οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτεία σου δώρησαι, καὶ ταῖς ψ ὑχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα…
Μετά των Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχάς των δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Καὶ νῦν…
Τῇ πρεσβεία Κύριε, πάντων των Ἅγιων, καί της Θεοτόκου, τὴν σην εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Κύριε ἔλέησον μ”
Ὁ ἐν παντὶ καιρῶ καὶ πάση ὥρα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τους δικαίους ἀγαπῶν καί τους ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά της ἐπαγγελίας των μελλόντων ἀγαθῶν , αὐτός. Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρα ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἄγνισον , τους λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥύσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἰ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον  γ”
Δόξα… Καὶ νῦν…
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν του γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ των ἀπηλπισμένων μόνη ἔλπις καί των πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις των εἰς σὲ προστρεχόντων, καὶ πάντων των Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξη μὲ τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοὶς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί των ἡδονῶν του βίου, ῥαθυμία γνώμης, δοῦλον γενόμενον, ἀλλ” ὡς του φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ” ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτω, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοὶ δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησία χρωμένη δυσώπησον, ἵνα ἄνοιξῃ καμοὶ τὰ φιλάνθρωπα σπλάγχνα της αὐτοῦ ἀγαθότητος καί, παριδῶν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψη μὲ πρὸς μετάνοιαν καί των αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξη με. Καὶ πάρεσό μοὶ ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίω θερμὴ προστάτις καὶ βοηθός, τάς των ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα με, καὶ ἐν τῷ καιρῷ της ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις των πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα, ἐν δὲ τῇ φοβερᾷ ἥμερα της κρίσεως, της αἰωνίου μὲ ῥυομένη κολάσεως, καί της ἀπορρήτου δόξης του σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον μὲ ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά της σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπία του μονογενοῦς Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποιῶ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων . Ἀμήν.

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό του ζοφεροῦ ὕπνου της ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμᾷς των παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη του πονηροῦ τὰ καθ” ἡμῶν δολίως κινούμενα. Τάς της σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισαν. Καὶ δώρησαι ἡμῖν, ὀΘεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ της προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην των σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σην δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, του Πατρὸς καί του Υἱοῦ καί του ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν , καὶ αἴτησαι ἵνα σώσῃ διά σου τὰς ψυχὰς ἡμῶν.

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοί.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ του Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἅγιε Ἄγγελε, ὁ ἐφεστῶς της ἄθλιας μου ψυχῆς καὶ ταλαίπωρου μου ζωῆς, μὴ ἐγκαταλίπης μὲ τὸν ἁμαρτωλόν, μηδὲ ἀποστὴς ἀπ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου, μὴ δώης χώραν τῷ πονηρῷ δαίμονι κατακυριεύσαί μου τῇ καταδυναστεία του θνητοῦ του τούτου σώματος, κράτησον της ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησαν μὲ εἰς ὁδὸν σωτηρίας. Ναί, Ἄγγελε του Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστῆς της ἀθλίας μου ψυχῆς καί του σώματος, πάντα μοὶ συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τὰς ἡμέρας της ζωῆς μου, καὶ εἶ τὶ ἥμαρτον τὴν σήμερον ἡμέραν, σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπήρειας του ἀντικειμένου, ἵνα μὴ ἐν τίνι ἁμαρτήματι παροργίσω τὸν Θεόν, καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι μὲ ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἄξιον ἀναδεῖξαι μὲ δοῦλον της αὐτοῦ ἀγαθότητος. Ἀμήν.

ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν

ὁ Χορὸς Ἀμήν.

Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς).

•    •       Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
•    •       Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
•    •       Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
•    •       Ὑπὲρ τοῦ εὐσεβοὺς ἡμῶν ἔθνους.
•    •       Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
•    •       Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
•    •       Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
•    •       Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
•    •       Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
•    •       Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
•    •       Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
•    •       Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
•    •       Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
•    •       Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
•    •       Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ” ).

ὁ Ἱερεὺς Δι” εὐχῶν…
ὁ Χορὸς Ἀμήν.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

WordPress.com Logo

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Log Out / Αλλαγή )

Twitter picture

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Log Out / Αλλαγή )

Facebook photo

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Log Out / Αλλαγή )

Google+ photo

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Log Out / Αλλαγή )

Σύνδεση με %s

Follow

Get every new post delivered to your Inbox.

%d bloggers like this: